Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.136 Joseph. AJ 5.141 (English) >>Joseph. AJ 5.146

5.139γενομένων δʼ αὐτῶν κατὰ Ἱεροσόλυμα, σταδίους δʼ ἐληλύθεσαν ἤδη τριάκοντα, συνεβούλευεν θεράπων καταχθῆναί που, μὴ καί τι τῆς νυκτὸς αὐτοὺς ὁδεύοντας καταλάβῃ δύσκολον καὶ ταῦτα οὐδὲ πόρρω πολεμίων ὄντας, τοῦ καιροῦ πολλάκις ἐπισφαλῆ καὶ ὕποπτα ποιοῦντος καὶ τὰ φίλα. 5.140τῷ δʼ οὐκ ἤρεσεν γνώμη παρʼ ἀλλοφύλοις ἀνδράσι ξενοῦσθαι, Χαναναίων γὰρ ἦν πόλις, ἀλλὰ προελθόντας εἴκοσι στάδια εἰς οἰκείαν ἠξίου κατάγεσθαι πόλιν, καὶ κρατήσας τῇ γνώμῃ παρῆν εἰς Γαβὰν φυλῆς τῆς Βενιαμίτιδος ἤδη ὀψίας οὔσης. 5.141καὶ μηδενὸς ἐπὶ ξενίαν τῶν κατὰ τὴν ἀγορὰν αὐτὸν παρακαλοῦντος πρεσβύτης ἐξ ἀγροῦ κατιὼν τῆς μὲν Ἐφράμιος φυλῆς ὢν ἐν δὲ τῇ Γάβῃ διαιτώμενος συντυγχάνων αὐτῷ, τίς τε ὢν ἤρετο καὶ διʼ ἃς αἰτίας στελλόμενος σκότους ἤδη τὰ πρὸς τὸ δεῖπνον αὑτῷ λαμβάνοι. 5.142 δὲ Λευίτης μὲν ἔφησεν εἶναι, γύναιον δὲ παρὰ τῶν γονέων ἄγων πρὸς αὐτὸν ἀπιέναι, τὴν δʼ οἴκησιν ἐδήλου τυγχάνειν ἐν τῇ Ἐφράμου κληρουχίᾳ. δὲ πρεσβύτης καὶ διὰ συγγένειαν καὶ διὰ τὸ τὴν αὐτὴν φυλὴν νέμειν καὶ διὰ τὴν συντυχίαν παρʼ αὐτὸν ξενισθησόμενον ἦγε. 5.143νεανίαι δέ τινες τῶν Γαβαηνῶν ἐπὶ τῆς ἀγορᾶς τὸ γύναιον θεασάμενοι καὶ τὴν εὐπρέπειαν θαυμάσαντες, ἐπεὶ παρὰ τῷ πρεσβύτῃ κατηγμένην ἔμαθον καταφρονήσαντες τῆς ἀσθενείας καὶ τῆς ὀλιγότητος ἧκον ἐπὶ τὰς θύρας. τοῦ δὲ πρεσβύτου παρακαλοῦντος ἀπαλλάττεσθαι καὶ μὴ προσφέρειν βίαν μηδὲ ὕβριν ἠξίουν αὐτὸν παρασχόντα τὴν ξένην πραγμάτων ἀπηλλάχθαι.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.136 Joseph. AJ 5.141 (English) >>Joseph. AJ 5.146

Powered by PhiloLogic